Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.35 Dem. 25.39 (English) >>Dem. 25.42

25.38σκοπεῖτε γὰρ οὑτωσί. δύʼ ἔτη βιάζεται λέγειν οὗτος οὐκ ἐξὸν αὐτῷ, ἀλλὰ λέγει γʼ ὅμως. ἔπειτʼ ἐν τούτοις τὸν μὲν ταλαίπωρον Φωκίδην καὶ τὸν χαλκοτύπον τὸν ἐκ Πειραιῶς καὶ τὸν σκυλόδεψον, καὶ ὅσων ἄλλων κατηγόρηκε παρʼ ὑμῖν, εἶδʼ ἀδικοῦντας τὴν πόλιν, ἐμὲ δʼ οὐχ ἑώρα τὸν ῥήτορʼ ἐπολέμει, οὐδὲ τὸν Λυκοῦργον, οὐδὲ τοὺς ἄλλους, περὶ ὧν αὐτίκα δὴ τὰ πόλλʼ ἐρεῖ; καὶ μὴν κατʼ ἀμφότερʼ ἄξιός ἐστʼ ἀπολωλέναι, τοῦτο μέν, εἴ τι καθʼ ἡμῶν ἔχων ἀδίκημα δεικνύναι ἡμᾶς μὲν ἀφίει, ἐπὶ δὲ τοὺς ἰδιώτας ἐπορεύετο, τοῦτο δέ, εἰ μηδὲν ἔχων ἕνεκα τοῦ παρακρούσασθαι καὶ φενακίσαι ὑμᾶς ταῦτʼ ἐρεῖ. 25.39εἰ τοίνυν ἄρα καὶ τοιοῦτός τίς ἐστιν ἄνθρωπος ἐν τῇ πόλει, οἷος ἐκ παντὸς τρόπου τὸν κρινοῦντά τινα καὶ συκοφαντήσοντα ζητεῖν, εἰ δὲ δικαίως ἀδίκως μηδὲν φροντίζειν, οὐδένʼ ἂν ἧττον εὕροι χρήσιμον ὄντʼ τοῦτον ἑαυτῷ. διὰ τί; ὅτι τὸν κατηγορήσοντα τῶν ἄλλων καὶ πάντας κρινοῦντα αὐτὸν ἀνεξέλεγκτον ὑπάρχειν δεῖ, ἵνα μὴ διὰ τὴν τούτου πονηρίαν ἀποφεύγωσιν ἐκεῖνοι. τούτου δʼ οὔτε πλειόνων οὔτε μειζόνων ἁμαρτημάτων οὐδεὶς μᾶλλόν ἐστι μεστὸς ἐν τῇ πόλει. 25.40τί οὖν οὗτός ἐστι; κύων νὴ Δία, φασί τινες, τοῦ δήμου. ποδαπός; οἷος οὓς μὲν αἰτιᾶται λύκους εἶναι μὴ δάκνειν, δέ φησι φυλάττειν πρόβατʼ αὐτὸς κατεσθίειν. τίνα γὰρ τῶν ῥητόρων οὗτος εἴργασταί τι κακὸν τοσοῦτον ἡλίκον τοὺς ἰδιώτας, περὶ ὧν ψηφίσματα γράψας ἑάλω; τίνα δʼ, ἐξ οὗ νῦν πάλιν λέγει, κέκρικεν ῥήτορα; οὐδʼ ἕνα· ἀλλʼ ἰδιώτας πολλούς. ἀλλὰ μὴν τοὺς γευομένους κύνας τῶν προβάτων κατακόπτειν φασὶ δεῖν, ὥστʼ οὐκ ἂν φθάνοι κατακοπτόμενος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.35 Dem. 25.39 (English) >>Dem. 25.42

Powered by PhiloLogic